Ancient Greek · ~7 min
Book 6, lines 6.12-6.19
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.12-19
Not analysed yet
γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης
δέχνυσο, Πὰν Πίγρης σοὶ γὰρ ἀπὸ πτερύγων
ταῦτα φέρει, θηρῶν Δᾶμις, Κλείτωρ δὲ θαλάσσης.
καί σφι δὸς εὐαγρεῖν ἠέρα, γαῖαν, ὕδωρ.
οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι,
ἀγρότα Πάν, ἄλλης ἄλλος ἀπʼ ἀγρεσίης·
ὧν ἀπὸ μὲν πτηνῶν Πίγρης τάδε, ταῦτα δὲ Δᾶμις
τετραπόδων, Κλείτωρ δʼ ὁ τρίτος εἰναλίων.
ἀνθʼ ὧν τῷ μὲν πέμπε διʼ ἠέρος εὔστοχον ἄγρην,
τῷ δὲ διὰ δρυμῶν, τῷ δὲ διʼ ἠϊόνων.
Πανὶ τάδʼ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας·
Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων,
Κλείτωρ δὲ πλωτῶν τάδε δίκτυα, τὰν δὲ πετηνῶν
ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδαν·
τὸν μὲν γὰρ ξυλόχων, τὸν δʼ ἠέρος, ὃν δʼ ἀπὸ λίμνας
οὔ ποτε σὺν κενεοῖς οἶκος ἔδεκτο λίνοις.
Εἰναλίων Κλείτωρ τάδε δίκτυα, τετραπόδων δὲ
Δᾶμις, καὶ Πίγρης θῆκεν ἀπʼ ἠερίων
Πανί, κασιγνήτων ἱερὴ τριάς· ἀλλὰ σὺ θήρην
ἠέρι κἠν πόντῳ κἠν χθονὶ τοῖσδε νέμε.
σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι
τρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης·
δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶν
λαιμοπέδας, Κλείτωρ δʼ εἰναλίφοιτα λίνα·
ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δʼ ἔτι θείης
εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.
αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,
Κύπρι μάκαιρʼ, ἄλλης ἄλλη ἀπʼ ἐργασίης·
ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ
ὡς θέμις, ἡ τριτάτη δʼ Ἀτθὶς ἀπʼ οὐρανίων.
ἀνθʼ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,
τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.
Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφήν,
γηραλέων στυγέει μαρτυρίην ῥυτίδων
ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου,
ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης.
“ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον
δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.”
κάλλος μέν, Κυθέρεια, χαρίζεαι· ἀλλὰ μαραίνει
ὁ χρόνος ἑρπύζων σήν, βασίλεια, χάριν.
δώρου δʼ ὑμετέροιο παραπταμένου με, Κυθήρη,
δέχνυσο καὶ δώρου, πότνια, μαρτυρίην.