Ancient Greek · ~7 min
Book 6, lines 6.20-6.27
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.20-27
Not analysed yet
Ἑλλάδα νικήσασαν ὑπέρβιον ἀσπίδα Μήδων
Λαῒς θῆκεν ἑῷ κάλλεϊ ληιδίην
μούνῳ ἐνικήθη δʼ ὑπὸ γήραϊ, καὶ τὸν ἔλεγχον
ἄνθετό σοι, Παφίη, τὸν νεότητι φίλον
ἧς γὰρ ἰδεῖν στυγέει πολιῆς παναληθέα μορφήν,
τῆσδε συνεχθαίρει καὶ σκιόεντα τύπον.
Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν,
καὶ δρεπάνην καυλῶν ἄγκυλον ἐκτομίδα,
τὴν τʼ ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγόν,
καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς,
τόν τε διʼ εὐτρήτοιο πέδου δύνοντα κατʼ ἰθὺ
ἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα,
καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειν
αὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον,
σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε,
κτησάμενος ταύτης ὄλβον ἀπʼ ἐργασίης,
Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἀρτίχνουν τόδε μῆλον,
καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον,
πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνορρᾶγα·
καὶ κάρυον χλωρῆς ἀρτίδορον λεπίδος,
ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳ
θῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην.
Ἑρμεία, σήραγγος ἁλίκτυπον ὃς τόδε ναίεις
εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας,
δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃ
λείψανον, αὑχμηρῶν ξανθὲν ἐπʼ ἠιόνων,
γρίπους τε, πλωτῶν τε πάγην, περιδινέα κύρτον,
καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων,
καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης,
οὐκ ἄτερ ἀγκίστρων,λιμνοφυῆ δόνακα.
δαίμονι τῇ Συρίῃ τὸ μάτην τριβὲν Ἡλιόδωρος
δίκτυον ἐν νηοῦ τοῦδʼ ἔθετο προπύλοις·
ἁγνὸν ἀπʼ ἰχθυβόλου θήρας τόδε· πολλὰ δʼ ἐν αὐτῷ
φυκίʼ ἐπʼ εὐόρμων εἵλκυσεν αἰγιαλῶν.
κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρᾐ
ἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης·
οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπον
εἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου.
εἰ δʼ ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι,
μέμψις, ἐπεὶ Κινύρου ταῦθʼ ὅλος ἔσκε βίος.
ταῖς Νύμφαις Κινύρης τόδε δίκτυον οὐ γὰρ ἀείρει
γῆρας ἀκοντιστὴν μόχθον ἑκηβολίης.
ἰχθύες ἀλλὰ νέμοισθε γεγηθότες, ὅττι θαλάσσῃ
δῶκεν ἔχειν Κινύρου γῆρας ἐλευθερίην.
Ἰχθυβόλον πολυωπὲς ἀπʼ εὐθήρου λίνον ἄγρης,
τῶν τʼ ἀγκιστροδέτων συζυγίην δονάκων,
καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλόν,
καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον,
ἄγκυρὰν τʼ ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης,
στρεπτῶν τʼ ἀγκίστρων ἰχθυπαγῆ στόματα,
δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων,
γήραϊ νουσοφόρῳ βριθομένης παλάμης.