Ancient Greek · ~7 min
Book 6, lines 6.136-6.152
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.136-152
Not analysed yet
Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις
εἷμα τόδε· ξυνὴ δʼ ἀμφοτέρων σοφίη.
πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ
Ναυκράτει, εὐχωλὰς τάσδʼ ὑποδεξάμενος.
πρὶν μὲν Καλλιτέλης μʼ ἱδρύσατο· τόνδε δʼ ἐκείνου
ἔκγονοι ἐστάσανθʼ, οἷς χάριν ἀντιδίδου.
Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου
υἱός· ἐποίησεν δʼ ἔργον Ἀναξαγόρας.
παιδὶ φιλοστεφάνῳ Σεμέλας [μʼ] ἀνέθηκε Μέλανθος
μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.
Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο,
ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται,
σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον
Θεσσαλίας μʼ ἀνέθηκʼ ἀρχὸς Ἐχεκρατίδας.
εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι
ἤπιον, ὃς μʼ ἐρατοῖς ἀγλαΐην προθύροις
Ἑρμῇ τε κρείοντι καθέσσατο τὸν δʼ ἐθέλοντα
ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι,
Στροίβου παῖ, τόδʼ ἄγαλμα, Λεώκρατες, εὖτʼ ἀνέθηκας
Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας,
οὐδʼ Ἀκαδημίαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ
σὴν εὐεργεσίην τῷ προσιόντι λέγω,
βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,
ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
καὶ πάλιν, Εἰλείθυια, Λυκαινίδος ἐλθὲ καλεύσης,
εὔλοχος, ὠδίνων ὧδε σὺν εὐκολίῃ·
ἧς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς
ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς
Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
γιγνώσκεις· ἢν δʼ ἆρα λάθῃ καὶ †μιν ἀπαιτῇς,
φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.
τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις
πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
ἀθρήσας φήσεις· Ἕσπερε, πῶς ἔπεσες.
φησὶν ὅ με στήσας Εὐαίνετος οὐ γὰρ ἔγωγε
γιγνώσκὠ νίκης ἀντί με τῆς ἰδίης
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·
πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω,
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
Αἰσχυλίς, Εἰρήνης μητρὸς ὑποσχεσίῃ.
Μίκκος ὁ Πελλαναῖος Ἐνυαλίου βαρὺν αὐλὸν
τόνδʼ ἐς Ἀθαναίας ἐκρέμασ’ Ἰλιάδος,
Τυρσηνὸν μελέδαμα, διʼ οὗ ποκα πόλλʼ ἐβόασεν
ὡνὴρ εἰράνας σύμβολα καὶ πολέμου.
καὶ στάλικας καὶ πτηνὰ λαγωβόλα σοὶ τάδε Μείδων,
Φοῖβε, σὺν ἰξευταῖς ἐκρέμασεν καλάμοις,
ἔργων ἐξ ὀλίγων ὀλίγην δόσιν ἢν δέ τι μεῖζον
δωρήσῃ, τίσει τῶνδε πολυπλάσια.