Ancient Greek · ~7 min
Book 6, lines 6.153-6.162
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.153-162
Not analysed yet
Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς
Ἐριασπίδα υἱὸς
Κλεύβοτος· ἁ πάτρα δʼ εὐρύχορος Τεγέα·
τάθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δʼ ἐπόησεν
Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.
Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ
πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων
Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός,
κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος·
νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης,
φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.
ἀνθʼ ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντος
αὔξετε, Πὰν γλαγερόν, Βάκχε πολυστάφυλον
ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ
πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής·
αἰχμητὰν δʼ ἐπέθυσεν ἀλέκτορα, καὶ πλακόεντα
παῖς Ἡγησιδίκου πίονα τυροφόρον.
Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα,
οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχων.
καλῷ σὺν τέττιγι Χαρίξεινος τρίχα τήνδε
κουρόσυνον κούραις θῆκʼ Ἀμαρυνθιάσι
σὺν βοῒ χερνιφθέντα· πάις δʼ ἴσον ἀστέρι λάμπει,
πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.
Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ,
τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους·
καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης
αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.
Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ,
τρισσὸν ὑπʼ εὐπετάλοις δῶρον ἔθηκε φόβαις
δαίμονες ἀλλὰ δέχοισθε κεχαρμένοι, αὔξετε δʼ αἰεὶ
Πὰν ἀγέλην, Νύμφαι πίδακα, Βάκχε γάνος.
ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαῒ σάλπιγξ
καὶ γλυκὺν εἰράνας ἐκπροχέουσα νόμον,
ἄγκειμαι, Φερένικε, τεὸν Τριτωνίδι κούρᾳ
δῶρον, ἐριβρύχων παυσαμένα κελάδων.
κερκίδα τὰν ὀρθρινά, χελιδονίδων ἅμα φωνᾷ,
μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα,
τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον,
κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας,
καὶ πήνας, καὶ τόνδε φιληλάκατον καλαθίσκον,
στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα,
παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸς
εἰροκόμων Κούρᾳ θήκατο δεσπότιδι.
ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιο
σκυλοφόρος κραναῆς τέλσα παρʼ Ἰταλίης,
ξανθὴν πρῶτον ἔκειρε γενειάδα· βούλετο πατρὶς
οὕτως, καὶ πέμψαι παῖδα καὶ ἄνδρα λαβεῖν.
ἄνθεμά σοι Μελέαγρος ἑὸν συμπαίστορα λύχνον,
Κύπρι φίλη, μύστην σῶν θέτο παννυχίδων.