Ancient Greek
Book 6, lines 6.163-6.170
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.163-170
Not analysed yet
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψε
σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;
οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξ
ἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος·
ἀλλʼ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ
οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα·
οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳ
λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.
Γλαύκῳ καὶ Νηρῆι καὶ Ἰνώῳ Μελικέρτῃ,
καὶ βυθίῳ Κρονίδῃ, καὶ Σαμόθρᾳξι θεοῖς,
σωθεὶς ἐκ πελάγους Λουκίλλιος ὧδε κέκαρμαι
τὰς τρίχας ἐκ κεφαλῆς· ἄλλο γὰρ οὐδὲν ἔχω.
στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα,
καὶ σκύλος ἀμφιδόρου στικτὸν ἀχαιίνεω,
καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων,
καὶ θύρσου χλοερὸν κωνοφόρου κάμακα,
καὶ κούφοιο βαρὺν τυπάνου βρόμον, ἠδὲ φορηθὲν
πολλάκι μιτροδέτου λῖκνον ὕπερθε κόμης,
Εὐάνθη Βάκχῳ, τὴν ἔντρομον ἁνίκα θύρσοις
ἄτρομον εἰς προπόσεις χεῖρα μετημφίασεν.
εἰκόνα τῆς κήλης Διονύσιος ὧδʼ ἀνέθηκεν,
σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος·
τοῖς μηροῖς αὐτὴν γὰρ ὑπερδήσας ἐκολύμβα.
ἔστʼ οὖν καὶ κήλης ἔν τισιν εὐτυχίη.
σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν
τὸν τράγον ὦ δισσᾶς ἀγέτα θηροσύνας —
σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ
εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης,
δίκτυὰ τʼ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς
κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —
ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν
ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.
Βοτρυΐων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον,
τὸν θρασὺν ὑψικόμων ἐνναέταν δονάκων,
πολλάκις ἐξερύσαντα θοῶν ἀκμαῖσιν ὀδόντων
δένδρεα, καὶ νομίους τρεψάμενον σκύλακας,
ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας,
ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος,
χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷ
θηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας,
Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα
ῥᾶγας, ἀπέκτεινεν τῷδʼ ἐπὶ θειλοπέδῳ·
αὐήνας δʼ ἀνέθηκε φιλακρήτῳ Διονύσῳ
τὸν τὰ Διωνύσου δῶρα λεϊζόμενον,
αἱ πτελέαι τῷ Πανί, καὶ αἱ τανυμήκεες αὗται
ἰτέαι ἥ. θʼ ἱερὰ κἀμφιλαφὴς πλάτανος,
χαἰ λιβάδες, καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα
ἄγκειται, δίψης φάρμακʼ ἀλεξίκακα.