Ancient Greek · ~7 min
Book 6, lines 6.171-6.178
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.171-178
Not analysed yet
αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν
τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε,
χάλκεον ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς
ἔστεψαν πάτραν δυσμενέων ἐνάροις.
οὐ· γὰρ ὑπὲρ πελάγους μόνον †κάτθεσαν, ἀλλὰ
καὶ ἐν γᾷ,
ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας·
τοῖς γὰρ ἀφʼ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας
πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.
πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον
τοῦτο τὸ λογχωτόν, καὶ τὸ περισφύριον,
οἷς ἀνέδην βάκχευεν, ὅτʼ ἐς Διόνυσον ἐφοίτα
κισσωτὴν στέρνοις νεβρίδʼ ἀναπτομένη,
αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησε
ταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης.
Ἀχρυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας
πολλάκι τὰς ἱερὰς χευαμένη πλοκάμους,
γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα
τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,
τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρειᾳ,
θερμὸν ἐπεὶ λύσσης ὧδʼ ἀνέπαυσε πόδα.
Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ
τεῦξαι λεπταλέον στάμονʼ ἐπιστάμεναι,
Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ
ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν
κερκίδα δʼ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις,
Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους·
ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελʼ ἑκάστα,
ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.
τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιΐδμονα θήρης,
ἔξεσε μὲν Λεύκων, ἄνθετο δʼ Ἀλκιμένης.
Ἀλκιμένης δʼ οὐχ εὗρε τί μέμψεται· ὡς δʼ ἴδʼ ὁμοίην
εἰκόνα παντοίῳ σχήματι φαινομένην,
κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειν
τῷ κυνὶ καὶ βαίνειν πεῖθε γὰρ ὡς ὑλάων.
τὸν κύνα, τὰν πήραν τε καὶ ἀγκυλόδοντα σίγυνον,
Πανί τε καὶ Νύμφαις ἀντίθεμαι Δρυάσιν·
τὸν κύνα δὲ ζώοντα πάλιν ποτὶ ταὔλιον ἄξω,
ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον.
Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε·
τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
νεβρίδα, τὰν πήραν, ᾇ ποτʼ ἐμαλοφόρει.
δέξαι μʼ, Ἡράκλεις, Ἀρχεστράτου ἱερὸν ὅπλον,
ὄφρα, ποτὶ ξεστὰν παστάδα κεκλιμένα,
γηραλέα τελέθοιμι, χορῶν ἀίουσα καὶ ὕμνων
ἀρκείτω στυγερὰ δῆρις Ἐνυαλίου.