Ancient Greek
Book 6, lines 6.179-6.185
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.179-185
Not analysed yet
Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπʼ ἄλλης
αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,
Πίγρης μὲν δειραχθὲς ἐΰβροχον ἅμμα πετανῶν,
Δᾶμις δʼ ὑλονόμων δίκτυα τετραπόδων,
ἄρκυν δʼ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ διʼ αἴθρας
καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.
ταῦτά σοι ἔκ τʼ ὀρέων, ἔκ τʼ αἰθέρος, ἔκ τε θαλάσσης
τρεῖς γνωτοὶ τέχνης σύμβολα, Πάν, ἔθεσαν
ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης
οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων
οἷς ἅμα χερσαίαισιν, ἅμʼ ἠερίαισιν ἐν ἄγραις,
Ἀγρεῦ, ἅμʼ ἐν πλωταῖς, ὡς πρίν ἀρωγὸς ἴθι.
Τρίζυγες, οὑρεσιοικε, κασίγνητοι τάδε τέχνας
ἄλλος ἀπʼ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν,
καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν
Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν
τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δʼ ἠερίῃσιν ἐν ἄγραις
αἰέν, ὁ δʼ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.
Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων,
Κλείτωρ δʼ ἐκ βυθίων, σοὶ τάδε, Πάν, ἔθεσαν,
ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπʼ ἄλλης,
ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς·
ἀνθʼ ὧν τῷ μὲν ἁλός, τῷ δʼ ἠέρος, ᾧ δʼ ἀπὸ δρυμῶν
πέμπε κράτος ταύτῃ, δαῖμον, ἐπʼ εὐσεβίῃ.
σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι
δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης·
Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δʼ ἀπὸ χέρσου,
Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.
ἀλλὰ σὺ κἠν δρυμοῖσι, καὶ εἰν ἁλί, καὶ διὰ μέσσης
ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.
τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπʼ ἄλλης
τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα·
Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δʼ ἁλίοισιν
Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις.
τοὔνεκα, Πάν, τὸν μέν γε διʼ αἰθέρος, ὃν δʼ ἀπὸ λόχμης,
τὸν δὲ διʼ αἰγιαλῶν θὲς πολυαγρότερον.
βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν
Δᾶμις, καὶ Πίγρης πτηνολέτιν νεφέλην,
ἁπλότατον δʼ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον
Κλείτωρ εὐθήρῳ Πανὶ προσευξάμενοι.
τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν,
Πίγρῃ δʼ οἰωνῶν, Κλείτορι δʼ εἰναλίων.