Ancient Greek · ~7 min
Book 6, lines 6.186-6.192
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.186-192
Not analysed yet
δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν
οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς.
δικτυβόλει τούτῳ δὲ παρʼ ἠιόνων κροκάλαισιν·
θηροβόλει τούτῳ δʼ ἄγκεσι θηροτόκοις·
τὸν τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων,
δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίας.
Πανὶ κασιγνήτων ἱερὴ τριάς ,ἄλλος ἀπʼ ἄλλης,
ἄνθετʼ ἀπʼ οἰκείης σύμβολον ἐργασίης,
Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ
ἔμπαλιν ἰθυτόμων Δᾶμις ἀπὸ σταλίκων.
ἀνθʼ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης
ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.
ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ
ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις.
ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον,
χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ,
ἔν τε συναγκείαισι παρίστασο δεξιτερῇ οἱ,
πρῶτα διδοὺς ἄγρης, πρῶτα καὶ ἀντιπάλων. .
νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη
ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,
χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ
εἵσαθʼ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.
λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο
λιτὰ τάδʼ ἐκ λιτοῦ δῶρα Λεωνίδεω·
πεντάδα τὴν σταφυλῆς εὐρώγεα, καὶ μελιηδὲς
πρώιον εὐφύλλων σῦκον ἀπʼ ἀκρεμόνων,
καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην,
καὶ ψαιστῶν ὀλίγον δρᾶγμα πενιχραλέων,
καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν,
τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.
εἰ δʼ, ὥς εὑ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις
καὶ πενίην, δώσω πιαλέον χίμαρον.
ἐκ πενίης, ὡς οἶσθʼ, ἀκραιφνέος ἀλλὰ δικαίης,
Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω·
πορφυρέην ταύτην ἐπιφυλλίδα, τὴν θʼ ἁλίπαστον
δρύπεπα, καὶ ψαιστῶν τὴν νομίμην θυσίην,
σπονδὴν θʼ, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ
σῦκα. σὺ δʼ, ὡς νούσου, ῥύεο καὶ πενίης·
καὶ τότε βουθυτέοντὰ μʼ ἐσόψεαι. ἀλλὰ σύ, δαῖμον,
σπεύδοις ἀντιλαβεῖν τὴν ἀπʼ ἐμεῦ χάριτα.
ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ
λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν,
καὶ γαμψὸν Χαίτῃσιν ἐφʼ ἱππείῃσι πεδηθὲν
ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,
καὶ δόνακα τριτάνυστον, ἀβάπτιστόν τε καθʼ ὕδωρ
φελλόν, ἀεὶ κρυφίων σῆμα λαχόντα βόλων·
οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας, οὐδʼ ἐπιαύει
ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.