Ancient Greek · ~6 min
Book 6, lines 6.193-6.202
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.193-202
Not analysed yet
Πρίηπʼ αἰγιαλῖτα, φυκόγειτον,
Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,
τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον,
ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,
σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα,
δαῖμον, εἵσατο, τοῖς ἔθαλπε γῆρας.
σῷζε, θεὰ Τριτοῖ, τὰ τεθέντα [τε] τὸν τʼ ἀναθέντα.
Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν Ἀθάνᾳ
αὐλὸν ἐριβρεμέταν Μίκκος Ἐνυαλίου,
ᾧ ποτε καὶ θυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν
πρόσθε, τὸ μὲν στοναχᾶς σῆμα, τὸ δʼ εὐνομίας.
Ῥαιβοσκελῆ, δίχαλον, ἀμμοδύτορα
ὀπισθοβάμονʼ, ἀτράχηλον, ὀκτάπουν,
νήκταν, τερεμνόνωτον, ὀστρακόχροα,
τῷ Πανὶ τὸν πάγουρον ὁρμιηβόλος,
ἄγρας ἀπαρχάν, ἀντίθησι Κώπασος.
Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων
Παυσανίας Φοίβῳ μνᾶμʼ ἀνέθηκα τόδε.
ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους
κειράμενος, γενύων ἄρσενας ἀγλαΐας,
Φοίβῳ θῆκε Λύκῶν, πρῶτον γέρας· εὔξατο δʼ οὕτως
καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων.
τοίην ἀλλʼ ἐπίνευε, τίθει δέ μιν, ὡς πρό γε τοῖον,
ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον.
Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσης
πῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος·
ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοις
ἵλαος· οὐ πολλὴ δʼ ἡ χάρις, ἀλλʼ ὁσίη.
μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτης
ἀνθέματος· συλᾶν ἀσφαλὲς οὐδʼ ὀλίγα.
ἐκ τόκου, Εἰλείθυια, πικρὰν ὠδῖνα φυγοῦσα,
ἀμβροσίη κλεινῶν θήκατό σοι πρὸ ποδῶν
δεσμὰ κόμας καὶ πέπλον, ἐφʼ ᾧ δεκάτῳ ἐνὶ μηνὶ
δισσὸν ἀπὸ ζώνης κῦμʼ ἐλόχευσε τέκνων.
σάνδαλα καὶ μίτρην περικαλλέα, τόν τε μυρόπνουν
βόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων,
καὶ ζώνην, καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος,
καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα,
ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον,
Εὐφράντη νηῷ θῆκεν ὕπʼ Ἀρτέμιδος.
Εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν
Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν,
ἐκ τόκου, ὦ Λητωΐ, βαρυνομένης ὅτε νηδὺν
ζωὸν ἀπʼ ὠδίνων λύσαο τῆσδε βρέφος.