Ancient Greek · ~2 min
Book 6, lines 6.203-6.204
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.203-204
Not analysed yet
ἡ γρῆϋς ἡ χερνῆτις, ἡ γυιὴ πόδας,
πύστιν κατʼ ἐσθλὴν ὕδατος παιωνίου ,
ἦλθέν ποθερπύζουσα σὺν δρυὸς ξύλῳ,
τό μιν διεσκήριπτε τὴν τετρωμένην·
οἶκτος δὲ Νύμφας εἷλεν, αἵτʼ ἐριβρόμου
Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς
ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.
καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος
θερμὴ διεστήριξεν Αἰτναίη λιβάς·
νύμφαις δʼ ἔλειπε βάκτρον, αἵτʼ ἐπῄνεσαν
πέμπειν μιν ἀστήρικτον, ἡσθείσαις δόσει.
Θῆρις ὁ δαιδαλόχειρ τᾷ Παλλάδι πῆχυν ἀκαμπῆ,
καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα,
καὶ πέλεκυν ῥυκάναν τʼ εὐαυγέα, καὶ περιαγὲς
τρύπανον, ἐκ τέχνας ἄνθετο παυσάμενος.