Ancient Greek · ~7 min
Book 6, lines 6.28-6.36
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.28-36
Not analysed yet
καμπτομένους δόνακας, κώπην θʼ ἅμα, νηὸς ἱμάσθλην,
γυρῶν τʼ ἀγκίστρων καμπυλόεσσαν ἴτυν,
εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολύβδῳ,
καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων,
ζεῦγὸς τʼ εὐπλεκέων σπυρίδων, καὶ μητέρα πυρσῶν
τήνδε λίθον, νηῶν θʼ ἕδρανον ἀσταθέων
ἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτων
δῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας.
Ἑρμείῃ Βαίτων ἁλινηχέος ὄργανα τέχνης
ἄνθετο, δειμαίνων γήραος ἀδρανίην
ἄγκυραν, γυρόν τε λίθον, σπυρίδας θʼ ἅμα φελλῷ,
ἄγκιστρον, κώπην, καὶ λίνα καὶ δόνακας.
δίκτυον ἀκρομόλιβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ
δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων,
ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης
εἶπεν, ἀποσπένδων δάκρυον ἐκ βλεφάρων
“οἶσθα, μάκαρ· κέκμηκα· κακοῦ δʼ ἐπὶ γήραος ἡμῖν
ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη.
θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλʼ ἀπὸ γαίης,
ὡς ἐθέλει, μεδέων κἀν χθονὶ κἀν πελάγει.”
Αἰγιβάτῃ τόδε Πανὶ, καὶ εὐκάρπῳ Διονύσῳ,
καὶ Δηοῖ Χθονίῃ ξυνὸν ἔθηκα γέρας.
αἰτέομαι δʼ αὐτοὺς καλὰ πώεα καὶ καλὸν οἶνον,
καὶ καλὸν ἀμῆσαι καρπὸν ἀπʼ ἀσταχύων.
Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν,
ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,
Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς
κνακὸν ὑπηνήταν τόνδʼ ἀνέθηκε τράγον.
Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν
δῶρα παρακταίης σοὶ τάδʼ ἐπωφελίης,
θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον
φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς,
φηγίνεον κρητῆρα, καὶ αὐτούργητον ἐρείκης
βάθρον, ἰδʼ ὑαλέην οἰνοδόκον κύλικα,
ὡς ἂν ὑπʼ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος
ἀμπαύσῃς, ξηρὴν δίψαν ἐλαυνόμενος·
τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος
τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας,
καὶ ταύταν γωρυτόν, ἐπαυχένιόν τε κυνάγχαν
θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.
ἀλλʼ, ὦ Πὰν σκοπιῆτα, καὶ εἰσοπίσω Πολύαινον
εὔαγρον πέμποις, υἱέα Σιμύλεω.
τοῦτο χιμαιροβάτᾳ Τελέσων αἰγώνυχι Πανὶ
τὸ σκύλος ἀγρείας τεῖνε κατὰ πλατάνου·
καὶ τὰν ῥαιβόκρανον ἐυστόρθυγγα κορύναν,
ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους,
γαυλούς τε γλαγοπῆγας, ἀγωγαῖόν τε κυνάγχαν,
καὶ τὰν εὐρίνων λαιμοπέδαν σκυλάκων.
δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρε
Δηοῖ, Σωσικλέης θῆκεν ἀρουροπόνος,
εὔσταχυν ἀμήσας τὸν νῦν σπόρον· ἀλλὰ καὶ αὖτις ,
ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον.