Ancient Greek · ~2 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.205
Not analysed yet
τέκτονος ἄρμενα ταῦτα Λεοντίχου, αἵ τε χαρακταὶ
ῥῖναι, καὶ κάλων οἱ ταχινοὶ βορέες,
στάθμαι καὶ μιλτεῖα, καὶ αἱ σχεδὸν ἀμφιπλῆγες
σφῦραι, καὶ μίλτῳ φυρόμενοι κανόνες,
αἳ τʼ ἀρίδες, ξυστήρ τε, καὶ ἐστελεωμένος οὗτος
ἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς,
τρύπανά τʼ εὐδίνητα, καὶ ὠκήεντα τέρετρα,
καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες,
ἀμφίξουν τε σκέπαρνον· ἃ δὴ χαριεργῷ Ἀθάνᾳ
ὡνὴρ ἐκ τέχνας θήκατο παυόμενος.