Ancient Greek · ~7 min
Book 6, lines 6.206-6.213
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.206-213
Not analysed yet
σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,
εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον
τὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,
βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον·
ῥιπίδα δʼ Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου,
ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,
ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα,
χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,
πατρὸς Ἀριστοτέλους συνομώνυμος· αἱ συνομήθεις
ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.
σάνδαλα ταῦτα Βίτιννα· πολυπλάγκτου δὲ Φιλαινὶς
πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·
ξανθὰ δʼ Ἀντίκλεια νόθον κεύθουσαν ἄημα
ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν·
λεπτὸν δʼ Ἡράκλεια τόδε προκάλυμμα προσώπου,
τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν
ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος
οὔνομʼ Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα·
ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,
ὤπασαν, αἱ γυάλων Ναυκράτιδος ναέται.
ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος,
Φημονόη· Πρηξὼ δʼ, ἣ τὸ κύπελλον ἔχει.
τῆς Παφίης δʼ ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δʼ αὐτῶν
ξυνὸν· Στρυμονίου δʼ ἔργον Ἀριστομάχου.
πᾶσαι δʼ ἀσταὶ ἔσαν καὶ ἑταιρίδες· ἀλλὰ τυχοῦσαι
κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.
Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι,
μορφῆς εἴδωλον λύγδινον, εὐξαμένη.
ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου,
ὡς ἔθος· ἀρκεῖται δʼ ἀνδρὸς ὁμοφροσύνῃ.
Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος
Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν
σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ
χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον,
καὶ ζώνην πολύτιμον, ἅ τʼ οὐ φωνητὰ πρὸς ἀνδρός·
ἀλλʼ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.
τὸν ἀργυροῦν Ἔρωτα, καὶ περίσφυρον
πέζαν, τὸ πορφυρεῦν τε Λεσβίδος κόμης
ἕλιγμα, καὶ μηλοῦχον ὑαλόχροα,
τὸ χάλκεὸν τʼ ἔσοπτρον, ἠδὲ τὸν πλατὺν
τριχῶν σαγηνευτῆρα, πύξινον κτένα,
ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι,
ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν,
εὔχεό τοῖς δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι
Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,
ὥσπερ ὑπὸ ξείνων τε, καὶ οἳ ναίουσι Κόρινθον,
αἶνον ἔχεις χαρίτων μεστοτάτοις στεφάνοις,
ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους
καὶ τρίποδας, πρὶν τόνδʼ ἀνθέμεναι πίνακα·
τοσσάκι δʼ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν,
εὐδόξου Νίκας ἀγλαὸν ἅρμʼ ἐπέβης.