Ancient Greek · ~7 min
Book 6, lines 6.222-6.230
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.222-230
Not analysed yet
Μυριόπουν σκολόπενδραν ὑπʼ Ὠρίωνι κυκηθεὶς
πόντος Ἰαπύγων ἔβρασ’ ἐπὶ σκοπέλους·
καὶ τόδʼ ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν
δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων,
λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης
τοῦτο κατʼ εὐψαμάθου κείμενον ἠϊόνος,
δισσάκι τετρόργυιον, ἅπαν πεφορυγμένον ἀφρῷ,
πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι,
Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ
εἷλκε τὸν ἐκ πελάγους ἰχθυόεντα βόλον
εὑρὼν δʼ ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ,
δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον.
Εἰνάλιε λαβύρινθε, τύ μοι λέγε· τίς σ’ ἀνέθηκεν
ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος; —“
παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις
ʽδ̔ῶρον δʼ ἐξ ἱερᾶς εἰμι Πελωριάδος,ʼ
υἱὸς Πρωτάρχου· σκολιὸς δʼ ἐξέπτυσε πορθμός,
ὄφρʼ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.”
ἡρῷσσαι Λιβύων, ὄρος ἄκριτον αἵτε νέμεσθε,
αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,
τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα
δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,
ἅσσ’ ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως
ἡρῷσσαι Λιβύων χαίρετε δεσπότιδες.
τοῦτʼ ὀλίγον Κλείτωνος ἐπαύλιον, ἥ τʼ ὀλιγῶλαξ
σπείρεσθαι, λιτός θʼ ὁ σχεδὸν ἀμπελεὼν,
τοῦτό τε †ῥωπεῖον ὀλιγόξυλον ἀλλʼ ἐπὶ τούτοις
Κλείτων ὀγδώκοντʼ ἐξεπέρησ’ ἔτεα.
ἀργύρεόν σοι τόνδε, γενέθλιον ἐς τεὸν ἦμαρ,
Πρόκλε, νεόσμηκτον †δουρατίην κάλαμον,
εὖ μὲν ἐυσχίστοισι διάγλυπτον κεράεσσιν,
εὖ δὲ ταχυνομένην εὔροον εἰς σελίδα,
πέμπει Κριναγόρης, ὀλίγην δόσιν, ἀλλʼ ἀπὸ θυμοῦ
πλείονος, ἀρτιδαεῖ σύμπνοον εὐμαθίῃ.
αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν
Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα,
αἰδεσθεὶς ἔργων ὁ δέ που βαθέῃ ἐνὶ ποίῃ
μυκηθμοῖς ἀρότρου τέρπετʼ ἐλευθερίῃ.
αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳ
γλυφθέν, καὶ βαπτῇ πορφύρεον κυάνῳ,
ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων,
κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον,
βαιὸν ἀπʼ οὐκ ὀλίγης πέμπει φρενός, οἷα δὲ δαιτὸς
δῶρον, ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης.
Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης
κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,
Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,
φρουρητὸν κήρυκʼ αὐτοφυεῖ σκόλοπι
θῆκε γέρας, λιτὸν μέν, ἐπʼ εὐσεβίῃ δʼ, ὁ γεραιός,
εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.