Ancient Greek
Book 6, lines 6.231-6.237
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.231-237
Not analysed yet
Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε
δαῖμον, ἐπʼ εὐϊέρους βῆθι θυηπολίας.
σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται,
καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων,
καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφί,
καὶ σταφυλὴ γραίη, χὠ μελίπνους λίβανος.
εἰ δʼ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα,
κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.
βότρυες οἰνοπέπαντοι, ἐυσχίστοιό τε ῥοιῆς
θρύμματα, καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων,
καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι, ἥ τε μελισσῶν
ἀμβροσίη, πυκναὶ τʼ ἰτρινέαι ποπάδες,
καὶ πότιμοι γέλγιθες, ἰδʼ †ὑελακύκαδες ὄγχναι,
δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια·
Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριήπῳ
ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.
Γομφιόδουπα χαλινά, καὶ ἀμφίτρητον ὑπειρκτὰν
κημόν, καὶ γενύων σφίγκτορʼ ἐυρραφέα,
τάνδε τʼ ἐπιπλήκτειραν ἀπορρηκτοῖο διωγμοῦ
μάστιγα, σκαιοῦ δῆγμὰ τʼ ἐπιψελίου,
κέντρα τʼ ἐναιμήεντα διωξίπποιο μύωπος,
καὶ πριστὸν ψήκτρας κνῆσμα σιδηρόδετον,
διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς,
δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου.
Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ Τυμώλου
Λύδιος ὀρχηστὰς μάκρʼ ὀλολυζόμενος,
τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπανʼ ἀγαυᾷ
θήκατο, καὶ μάστιν τὰν πολυαστράγαλον,
ταῦτὰ τʼ ὀρειχάλκου λάλα κύμβαλα, καὶ μυρόεντα
βόστρυχον, ἐκ λύσσας ἄρτια παυσάμενος.
ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσι,
Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν,
αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖς
γηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις.
ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων,
εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπʼ ἔτος.
ἔμβολα χαλκογένεια, φιλόπλοα τεύχεα νηῶν,
Ἀκτιακοῦ πολέμου κείμενα μαρτύρια,
ἠνίδε σιμβλεύει κηρότροφα δῶρα μελισσῶν,
ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα.
Καίσαρος εὐνομίης χρηστὴ χάρις· ὅπλα γὰρ ἐχθρῶν
καρποὺς εἰρήνης ἀντεδίδαξε τρέφειν.
ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃ
μητρὶ θεῶν, τοίης εἵνεκα συντυχίης.
μούνῳ οἱ στείχοντι λέων ἄντασε καθʼ ὕλαν
ἀργαλέος, ζωᾶς δʼ ἆθλος ἐπεκρέματο.
ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρένας ἧκεν ἀράξαι
τύμπανον· ὠμηστὰν δʼ ἔτραπε φυζαλέον,
φθόγγον ὑποδδείσαντα πελώριον εἵνεκα τοῦδε
πλοχμοὶ συρικτᾶν κεῖνται ἀπʼ ἀκρεμόνων.