Ancient Greek · ~7 min
Book 6, lines 6.238-6.245
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.238-245
Not analysed yet
εὔφρων οὐ πεδίου πολυαύλακός εἰμʼ ὁ γεραιὸς
οὐδὲ πολυγλεύκου γειομόρος βότρυος·
ἀλλʼ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσω
χέρσον, καὶ βαιοῦ πίδακα ῥαγὸς ἔχω.
εἴη δʼ ἐξ ὀλίγων ὀλίγη χάρις· εἰ δὲ διδοίης
πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα,
Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίων
γηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος,
ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας,
δῶρον ἀποιμάντου τηλεπέτευς ἀγέλης.
θείης δʼ ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦ
νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.
Ζηνὸς καὶ Λητοῦς θηροσκόπε τοξότι κούρη,
Ἄρτεμις, ἣ θαλάμους τοὺς ὀρέων ἔλαχες,
νοῦσον τὴν στυγερὴν αὐθημερὸν ἐκ βασιλῆος
ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων·
σοὶ γὰρ ὑπὲρ βωμῶν ἀτμὸν λιβάνοιο Φίλιππος
ῥέξει, καλλιθυτῶν κάπρον ὀρειονόμον.
ἡ κόρυς ἀμφοτέρην ἔλαχον χάριν εἰμὶ δʼ ὁρᾶσθαι
καὶ τερπνὴ φιλίοις, καὶ φόβος ἀντιπάλοις.
ἐκ δὲ Πυλαιμένεος Πείσων μʼ ἔχει· ἔπρεπεν ἄλλαις
οὔτε κόρυς χαίταις, οὔτε κόμη κόρυθι.
ἠοῖ ἐπʼ εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳ
Ζηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι.
τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτʼ ἄχνοος εὔξατο θήσειν
τὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ.
δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδʼ ἀπʼ ἰούλων
Εὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός.
“ἥ τε Σάμου μεδέουσα καὶ λάχες Ἴμβρασον Ἥρη,
δέξο γενεθλιδίους, πότνα, θυηπολίας,
μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων,
εἰ ὅσιοι μακάρων θεσμὸν ἐπιστάμεθα.”
εὔχετʼ ἐπισπένδων τάδε Μάξιμος· ἡ δʼ ἐπένευσεν
ἔμπεδα· Μοιράων δʼ οὐκ ἐμέγηρε λίνα.
Ἥρη, Ἐλειθυιῶν μήτηρ, Ἥρη τε τελείη,
καὶ Ζεῦ, γινομένοις ξυνὸς ἅπασι πατήρ,
ὠδῖνας νεύσαιτʼ Ἀντωνίῃ ἵλαοι ἐλθεῖν
πρηείας, μαλακαῖς χερσὶ σὺν Ἠπιόνης,
ὄφρα κε γηθήσειε πόσις, μήτηρ θʼ, ἑκυρά τε.
ἡ νηδὺς οἴκων αἷμα φέρει μεγάλων.
Καρπαθίην ὅτε νυκτὸς ἅλα στρέψαντος ἀήτου
λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,
εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε
δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,
ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις
Διογένης ἀλέκοις δʼ ἀνέρι καὶ πενίην.