Ancient Greek · ~7 min
Book 6, lines 6.246-6.252
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.246-252
Not analysed yet
κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,
τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,
κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,
ἄνθετο σοὶ νίκης Χάρμος ἀπʼ Ἰσθμιάδος,
καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τʼ ἐπὶ νώτων
μάστιγα, ῥοίζου μητέρα καρχαλέην.
ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου
υἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.
κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους,
Παλλάδος ἱστοπόνου λειομίτους κάμακας,
καὶ κτένα κοσμοκόμην, καὶ δακτυλότριπτον ἄτρακτον
σφονδυλοδινήτῳ νήματι νηχόμενον,
καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὃν ποτʼ ὀδόντι
ἐπλήρου τολύπη πᾶσα καθαιρομένη,
σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρως
Αἰσιόνη, πενίης δῶρον, ἀνεκρέμασεν.
Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρον
κεῖσο, κασιγνήτη νεκταρέης κύλικος,
βακχιάς, ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐίσης,
στειναύχην ψήφου συμβολικῆς θύγατερ,
θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντων
ἡδίστη, δείπνων ὅπλον ἑτοιμότατον
εἴης ἐκ Μάρκου γέρας ἀγλαόν, ὃς σέ, φίλοινε,
ᾔνεσεν, ἀρχαίην σύμπλανον ἀνθέμενος.
Δαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον,
σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ,
Ἀντίπατρος Πείσωνι φέρει γέρας· ἢν δὲ μʼ ἀνάψας
εὔξηται, λάμψω φέγγος ἀκουσίθεον.
λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι· φημὶ δὲ πολλῶν
ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης.
ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητος
ἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον,
εἴριά τε ῥοδόεντα, καὶ ἐς κυανότριχα χαίτην
νάρδον, ὑπὸ γλαυκῆς κλειομένην ὑάλου,
ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δʼ ἐλέγχῃ
χεῖρας, ὁ δʼ εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους.
Λευκάδος· αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον,
Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει,
δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα,
καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι,
καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς
ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι·
ἀνθʼ ὧν ἱλήκοις, ἐπὶ δʼ ἱστία πέμψον ἀήτην
οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.
μῆλον ἐγὼ στρούθειον ἀπὸ προτέρης ἔτι ποίης
ὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον,
ἄσπιλον, ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν,
ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρεμόσιν,
ὥρης χειμερίης σπάνιον γέρας; εἰς σὲ δʼ, ἄνασσα,
τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ.