Ancient Greek · ~7 min
Book 6, lines 6.253-6.259
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.253-259
Not analysed yet
σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρ
εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος,
Πανὸς τʼ ἠχήεσσα πιτυστέπτοιο καλιή,
τὴν ὑπὸ βησσαίης ποσσὶ λέλογχε πέτρης,
ἱερὰ τʼ ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιο
πρέμνα, λιθηλογέες θʼ Ἑρμέω ἱδρύσιες,
αὐταί θʼ ἱλήκοιτε, καὶ εὐθήροιο δέχεσθε
Σωσάνδρου ταχινῆς σκῦλʼ ἐλαφοσσοΐης.
τὴν μαλακὴν Παφίης Στατύλλιον ἀνδρόγυνον δρῦν
ἕλκειν εἰς Ἀίδην ἡνίκʼ ἔμελλε χρόνος,
τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα,
καὶ τοὺς ναρδολιπεῖς ἀλλοτρίους πλοκάμους,
φαικάδα τʼ εὐτάρσοισιν ἐπʼ ἀστραγάλοισι γελῶσαν,
καὶ τὴν γρυτοδόκην κοιτίδα, παμβακίδων,
αὐλούς θʼ ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις,
δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων.
τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώτας
βουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου,
οππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας
ἐξερέων ποταμοῦ φράσσατʼ ἐπʼ ἀιόνι
ψυχόμενον χηλάς τε καὶ ἰξύας· αὐτὰρ ὃ βούτεω
ἀντίος ἐκ πλαγίων ἵεθʼ
ὁ δὲ ῥοπάλῳ
γυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶς
ἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ. .
Ταύρου βαθὺν τένοντα, καὶ σιδαρέους
Ἄτλαντος ὤμους, καὶ κόμαν Ἡρακλέους
σεμνὰν θʼ ὑπήναν, καὶ λέοντος ὄμματα
Μιλησίου γίγαντος οὐδʼ Ὀλύμπιος
Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα
πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια,
τίς με, Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα,
τίς με, τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον,
Δηοῦς ἐπλήρωσε; τίς ὁ φθόνος εἰς ἐμὲ Βάκχου,
ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων;
ἀμφοτέρους ᾔσχυνε· σεσύληται μὲν ὁ Βάκχος,
Δημήτηρ δὲ Μέθην σύντροφον οὐ δέχεται,
τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τὰν τʼ ἀκέρωτον
μόσχον, καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα,
σοὶ ταύτας ἐφʼ ἅλωος, ἐφʼ ᾇ πολὺν ἔβρασεν ἄντλον
Κρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν,
ἱρεύει, πολύσωρε· σὺ δὲ Κρήθωνος ἄρουραν
πᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄγοις.
τίς τὸν ἄχνουν Ἑρμῆν σε παρʼ ὑσπλήγεσσιν ἔθηκεν; —Ἑρμογένης. —τίνος ὤν; —Δαϊμένευς. —ποδαπός; —
Ἀντιοχεύς. —τιμῶν σε χάριν τίνος; —“ὡς συναρωγὸν
ἐν σταδίοις.” —ποίοις; —Ἰσθμόθι κἠν Νεμέᾳ. —
ἔτρεχε γάρ; —καὶ πρῶτος. —ἑλὼν τίνας; —“Ἐννέ παῖδας·
ἔπτη δʼ ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.”