Ancient Greek · ~7 min
Book 6, lines 6.260-6.268
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.260-268
Not analysed yet
Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον Ἔρωτα
μισθὸν ὑπὲρ λέκτρων, ἄνθετο ʽΘεσπιέσιν.
Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲς
δῶρον ἐς ἀμφοτέρους δʼ ἔπρεπε μισθὸς Ἔρως.
δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοις
δοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον.
χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον,
ὄλπην, ἡδίστου ξείνιον εἰς ἑτάρου,
ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, υἱὲ Σίμωνος,
πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης,
τὸν ποίμνην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας
σινόμενον, κλαγγὰν τʼ οὐχὶ τρέσαντα κυνῶν,
Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύων
πέφνε, καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος.
Πυρσῶ τοῦτο λέοντος ἀπʼ ὦν φλοιώσατο δέρμα
Σῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος,
ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον,
οὐδʼ ἵκετʼ ἐκ μάνδρας αὖθις ἐπὶ ξύλοχον
μοσχείω δʼ ἀπέτισεν ὁ θὴρ ἀνθʼ αἵματος αἷμα,
βληθείς· ἀχθεινὰν δʼ εἶδε βοοκτασίαν.
ἀσπὶς Ἀλεξάνδρου τοῦ Φυλλέος ἱερὸν ἅδε
δῶρον Ἀπόλλωνι χρυσοκόμῳ δέδομαι,
γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲ
ὀμφαλὸν ἀλλʼ ἀρετᾷ λάμπομαι, ἃν ἔκιχον
ἀνδρὶ κορυσσαμένα σὺν ἀριστέι, ὃς μʼ ἀνέθηκε.
ἐμμὶ δʼ ἀήσσατος πάμπαν ἀφʼ οὗ γενόμαν.
Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες
πολλάκις οὐρανόθεν νεισομένα καθορῇς,
δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυᾶς
Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας.
τάνδε παρὰ τριόδοις τὰν Ἄρτεμιν Ἁγελόχεια,
ἔτʼ ἐν πατρὸς μένουσα παρθένος δόμοις,
εἵσατο, Δαμαρέτου θυγάτηρ· ἐφάνη γάρ οἱ αὐτὰ
ἱστοῦ παρὰ κρόκαισιν ὡς αὐγὰ πυρός.
φωσφόρος ὦ σώτειρʼ, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,
Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,
αὐτῷ καὶ γενεῇ τόπερ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς
ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.
ἄλσος δʼ,Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις
εἴη ἐπʼ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν,
τοῦτό σοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατʼ ἄγαλμα,
†τοῦτο· σὺ δʼ εὐθήρου τοῦδʼ ὑπέρισχε ῥίου,
εὖτε κατʼ εἰνοσίφυλλον ὄρος ποσί, πότνια, βαίνεις,
δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.