Ancient Greek · ~7 min
Book 6, lines 6.269-6.279
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.269-279
Not analysed yet
παῖδες, ἄφωνος ἐοῖσα τορʼ ἐννέπω, αἴ τις ἔρηται,
φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·
“Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα
ἁ Ἑρμοκλείδα τῶ Σαϋναϊάδα,
σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα
πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.”
Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,
Εἰλείθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,
ἇς σε μετʼ ἐκαλέσσατο λευγαλέας οἱ
κῆρας ἀπʼ ὠδίνων τῆλε βαλεῖν λοχίων.
Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱός,
καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,
οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες
χεῖρας, ἄτερ τόξου, πότνια, νισσομένη.
Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντι
νεῦσον ἰδεῖν κοῦρον γυῖʼ ἐπαεξόμενον.
ζῶμά τοι, ὦ Λατωΐ, καὶ ἀνθεμόεντα κύπασσιν,
καὶ μίτραν μαστοῖς σφιγκτὰ περιπλομέναν,
θήκατο Τιμάεσσα, δυσωδίνοιο γενέθλας
ἀργαλέον δεκάτῳ μηνὶ φυγοῦσα βάρος.
Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐροεσσαν,
τόξα μὲν εἰς κόλπους ἅγνʼ ἀπόθου Χαρίτων,
λοῦσαι δʼ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δὲ Λοκροὺς
λύσουσ’ ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν.
πότνια κουροσόος, ταύταν ἐπιπορπίδα νυμφᾶν,
καὶ στεφάναν λιπαρῶν ἐκ κεφαλᾶς πλοκάμων,
ὀλβία Εἰλείθυια, πολυμνάστοιο φύλασσε
Τισίδος ὠδίνων ῥύσια δεξαμένα.
Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίταν
ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας·
δαιδάλεός τε γάρ ἐστι, καὶ ἁδύ τι νέκταρος ὄσδει,
τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει.
ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππη
χαίτας, εὐώδη σμηχομένα κρόταφον
ἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος· αἱ δʼ ἐπὶ κόρσῃ
μίτραι παρθενίας αἰτέομεν χάριτας.
Ἄρτεμι, σῇ δʼ ἰότητι γάμος θʼ ἅμα καὶ γένος εἴη
τῇ Λυκομηδείδου παιδὶ λιπαστραγάλῃ.
Ἄρτεμι, τόξα λαχοῦσα καὶ ἀλκήεντας ὀιστούς,
σοὶ πλόκον οἰκείας τόνδε λέλοιπε κόμης
Ἀρσινόη θυόεν παρʼ ἀνάκτορον, ἡ Πτολεμαίου
παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου,
παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ
Γόργος ἀφʼ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.
Φοῖβε, σὺ δʼ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις
εὔμοιρον λευκὴν ἄχρις ἐφʼ ἡλικίην.
πρώτας ὁππότʼ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,
Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.
ἀντὶ δὲ οἱ πλοκαμῖδος, Ἑκηβόλε, καλὸς ἐπείη
ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξομένῳ.