Ancient Greek · ~4 min
Book 6, lines 6.280-6.284
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.280-284
Not analysed yet
Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα, τὴν τʼ ἐρατεινὴν
σφαῖραν, τόν τε κόμας ῥύτορα κεκρύφαλον,
τάς τε κόρας, Λιμνᾶτι, κόρᾳ κόρα, ὡς ἐπιεικές,
ἄνθετο, καὶ τὰ κορᾶν ἐνδύματʼ, Ἀρτέμιδι.
Λατῴα τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείας
θηκαμένα, σῴζοις τὰν ὁσίαν ὁσίως.
Δίνδυμα καὶ Φρυγίης πυρικαέος ἀμφιπολεῦσα
πρῶνας, τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην,
κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιον
κεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας·
ἀνθʼ ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷ
παρθενικὴν ἐτίναξʼ ἔνθα καὶ ἔνθα κόμην.
σοὶ τὸν πιληθέντα διʼ εὐξάντου τριχὸς ἀμνοῦ,
Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον,
καὶ δίβολον περόναν, καὶ στλεγγίδα, κἀποτανυσθὲν
τόξον, καὶ τριβάκην γλοιοπότιν χλαμύδα,
καὶ σχίζας, καὶ σφαῖραν ἀείβολον ἀλλὰ σὺ δέξαι,
κωροφίλʼ, εὐτάκτου δῶρον ἐφηβοσύνας.
ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπʼ ἐρασταῖς,
ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν,
μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει.
ὀψὲ Ἀθηναίη Κύπριν ἐληίσατο.
λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδους
κόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα.
αὐτὴ Κύπρις ἔριθος· ἐΰκλωστον δὲ γυναικῶν
νῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος.