Ancient Greek · ~8 min
Book 6, lines 6.332-6.339
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.332-339
Not analysed yet
Ζηνὶ τόδʼ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα,
κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων,
ἄνθετο, δοιὰ δέπα πολυδαίδαλα, καὶ βοὸς οὔρου
ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας,
ἔξαιτα προτέρης ἀπὸ ληΐδος, ἦμος ἀτειρὴς
πέρσεν ὑπερθύμους ᾧ ὑπὸ δουρὶ Γέτας,
ἀλλὰ σὺ οἱ καὶ τήνδε, Κελαινεφὲς, ἐγγυάλιξον
κρῆναι ἐυκλειῶς δῆριν Ἀχαιμενίην,
ὄφρα τοι εἰσορόωντι διάνδιχα θυμὸν ἰαίνῃ
δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δʼ Ἀρσακιδέων.
ἤδη, φίλτατε λύχνε, τρὶς ἔπταρες· ἦ τάχα τερπνὴν
εἰς θαλάμους ἥξειν Ἀντιγόνην προλέγεις;
εἰ γάρ, ἄναξ, εἴη τόδʼ ἐτήτυμον, οἷος Ἀπόλλων
θνητοῖς μάντις ἔσῃ καὶ σὺ παρὰ τρίποδι.
αὔλια καὶ Νυμφέων ἱερὸς πάγος, αἳ θʼ ὑπὸ πέτρῃ
πίδακες, ἥ θʼ ὕδασιν γειτονέουσα πίτυς,
καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ,
ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον,
ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνης
δέξασθʼ, Αἰακίδεω δῶρα Νεοπτολέμου.
Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον,
καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ,
ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων,
Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.
ἀλλὰ φίλος δέξαι με· τάχα κρόκες, αἵ ποτε Πέρσας
τρεψάμεναι, καὶ σοὶ Θρῇκας ὑπαξόμεθα.
τὰ ῥόδα τὰ δροσόεντα, καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν
ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσεν.
βωμὸν δʼ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μᾶλος,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος,
Νικίᾳ, ὅς μιν ἐπʼ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,
Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθὸν ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.
ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις
τὤγαλμα Ξενοκλῆς τοῦτο τὸ μαρμάρινον,
μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ· σοφίᾳ δʼ ἐπὶ τᾷδε
αἶνον ἔχων, Μουσέων οὐκ ἐπιλανθάνεται.
Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε,
καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,
μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκαν
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.