Ancient Greek · ~7 min
Book 6, lines 6.72-6.79
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.72-79
Not analysed yet
εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης
βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον·
ἀγρονόμῳ δʼ ἀγόρευσα, καὶ ἔδρακεν ἀπροϊδὴς δὲ
ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.
εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· “ἆ τάχα Βάκχῳ
λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.”
Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων,
χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομένας
Πανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν,
γήραϊ ποιμενίων παυσάμενος καμάτων.
εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰ
ἄτρομος ἐν τρομερῷ σώματι ναιετάει.
ἀλλὰ λύκοις σίντῃσιν ἀνʼ οὔρεα μή τις ἐμεῖο
αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.
Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων
πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,
ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,
παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,
ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,
Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.
θῆκα δέ σοι τάδε ῥόπτρα· παραρρίψασα δὲ κισσόν,
χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.
Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺν
θῆρα βαλὼν, ἄγρας εὔσκοπον εἶχε τύχην.
οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίας
ἰὸς ἐπʼ ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ·
ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά,
τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου.
ἀνθʼ ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ,
χρυσείαις πλέξας μείλιον ἀμφιδέαις.
σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι,
τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠιόνα,
νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι,
θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης.
ἀλλά, θεά, δύνασαι γὰρ ἢ ἡβητῆρά με τεῦξον,
ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.
Οἰνοπότας Ξενοφῶν κενεὸν πίθον ἄνθετο, Βάκχε
δέχνυσο δʼ εὐμενέως· ἄλλο γὰρ οὐδὲν ἔχει.
τὼς τρητὼς δόνακας, τὸ νάκος τόδε, τάν τε κορύναν
ἄνθεσο Πανὶ φίλῳ, Δάφνι γυναικοφίλα.
ὦ Πάν, δέχνυσο δῶρα τὰ Δάφνιδος· ἶσα γὰρ αὐτῷ
καὶ μολπὰν φιλέεις καὶ δύσερως τελέθεις.
ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺς
ἀντʼ εὐεργεσίης ἄνθετό σοι τεμένη.
βόσκε δʼ, ἔφη, “χαίρων τὰ σὰ ποίμνια, καὶ σέο χώρην
δέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην.
αἴσιον εὑρήσεις τὸ ἐπαύλιον ἐνθάδε γάρ σοι
ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.”