Ancient Greek · ~7 min
Book 6, lines 6.80-6.89
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.80-89
Not analysed yet
Δαφνιακῶν βίβλων Ἀγαθία ἡ ἐννεάς εἰμι·
ἀλλὰ μʼ ὁ τεκτήνας ἄνθετο σοί, Παφίη·
οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι,
ὄργια τοσσατίων ἀμφίέπουσα πόθων.
αἰτεῖ δʼ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη
ἤ τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.
ἀσπίδα ταυρείην, ἔρυμα χροός, ἀντιβίων τε
πολλάκις ἐγχείην γευσαμένην χολάδων,
καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα,
καὶ κόρυν, ἱππείαις θριξὶ δασυνομένην
ἄνθετο Λυσίμαχος γέρας Ἄρεϊ, γηραλέον νῦν
ἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος.
αὐλοὺς Πανὶ Μελίσκος· ὁ δʼ ἔννεπε μὴ γέρας αἴρειν
τούτοις· ἐκ καλάμων οἶστρον ἐπεσπασάμην,
τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳ
ἄνθετο, γηραλέην χεῖρʼ ἐπιμεμφόμενος,
εἶπε δέ· “μὴ ψαύσαιμι λύρης ἔτι, μηδʼ ἐθελήσω
τῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν .
ἠϊθέοις μελέτω κιθάρης μίτος· ἀντὶ δὲ πλήκτρου
σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.”
Ζηνὶ τόδʼ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰν
ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας·
πᾶν δὲ τὸ λοιπὸν ἄκοντες, ἰσήριθμός τε χαλάζῃ
χερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς.
ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳ
σῴζετο Νικαγόρᾳ, σῷζε δὲ Νικαγόραν.
θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳ
τῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον.
τὸν θώ, καὶ τὰς κνῆ, τὰν τʼ ἀσπίδα, καὶ δόρυ,, καὶ κρᾶ,
Γορδιοπριλάριος ἄνθετο Τιμοθέῳ.
κνημῖδας, θώρηκα, σάκος; ,κόρυν, ἔγχος Ἀθήνῃ
Ῥοῦφος Μεμμιάδης Γέλλιος ἐκρέμασεν.
ἄνθετό σοι κορύνην καὶ νεβρίδας ὑμέτερος Πάν,
εὔιε, καλλείψας σὸν χορὸν ἐκ Παφίης.
ἠχὼ γὰρ φιλέει, καὶ πλάζεται ἀλλὰ σύ, Βάκχε,
ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τύχην.
αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντʼ ἀπὸ μαστῶν,
Ἰνώ, λυσαμένη κεστὸν ἔδωκεν ἔχειν,
ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς
ἀνέρας· ἐχρήσω δʼ εἰς ἐμὲ πᾶσι μόνον.
ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε,
χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ,
σοὶ Πάρις ὀστρακόδερμον ὑπʼ εὐθήροισι δαμέντα
ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν.
σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφʼ ἡμίβρωτον ὀδόντα
θεὶς μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.
τῷ σὺ δίδου μὴ πολλά, διʼ εὐάγρου δὲ λίνοιο,
δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.