Ancient Greek · ~7 min
Book 6, lines 6.90-6.98
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.90-98
Not analysed yet
ἄγκυραν ἐμβρύοικον, ἐρυσινηίδα,
κώπας τε δισσὰς τὰς ἀπωσικυμάτους,
καὶ δικτύοις μόλιβδον ἡψιδωμένον,
κύρτους τε φελλοῖς τοὺς ἐπεσφραγισμένους,
καὶ πῖλον ἀμφίκρηνον ὑδασιστεγῆ,
λίθον τε ναύταις ἑσπέρης πυρσητόκον,
ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς
ἔθηκε, λήξας τῆς ἐπʼ ᾐόνων ἄλης.
ἀσπίδα μὲν Πρόμαχος, τὰ δὲ δούρατα θῆκεν Ἀκοντεύς,
τὸ ξίφος Εὐμήδης, τόξα δὲ ταῦτα Κύδων,
Ἱππομέδων τὰ χαλινά, κόρυν δʼ ἀνέθηκε Μελάντας,
κνημῖδας Νίκων, κοντὸν Ἀριστόμαχος,
τὸν θώρηκα Φιλῖνος· ἀεὶ δʼ, Ἆρες Ἆροτολοιγέ,
σκῦλα φέρειν δῴης πᾶσιν ἀπʼ ἀντιπάλων.
αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον,
ῥίνην τε κνησίχρυσον ὀξυδήκτορα,
καὶ τὸν δίχηλον καρκίνον πυραγρέτην,
πτωκὸς πόδας τε τούσδε λειψανηλόγους,
ὁ χρυσοτέκτων Δημοφῶν Κυλληνίῳ
ἔθηκε, γήρᾳ κανθὸν ἐζοφωμένος.
Ἁρπαλίων ὁ πρέσβυς, ὁ πᾶς ῥυτίς, οὑπιλινευτής,
τόνδε παῤʼ Ἡρακλεῖ θῆκέ με τὸν σιβύνην,
ἐκ πολλοῦ πλειῶνος ἐπεὶ βάρος οὐκέτι χεῖρες
ἔσθενον, εἰς κεφαλὴν δʼ ἤλυθε λευκοτέρην.
Ἀραξόχειρα ταῦτά σοι τὰ τύμπανα,
καὶ κύμβαλʼ ὀξύδουπα κοιλοχείλεα,
διδύμους τε λωτοὺς κεροβόας, ἐφʼ οἷς ποτε
ἐπωλόλυξεν αὐχένα στροβιλίσας,
λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα,
λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης
ἔθηκε, λυσσητῆρα γηράσας πόδα.
Βουστρόφον, ἀκροσίδαρον, ἀπειλητῆρα μύωπα
καὶ πήραν μέτρον σιτοδόκον σπορίμου,
γαμψόν τε δρέπανον σταχυητόμον, ὅπλον ἀρούρης,
καὶ παλινουροφόρον, χεῖρα θέρευς τρίνακα,
καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ
Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων.
Γλαύκων καὶ Κορύδων, οἱ ἐν οὔρεσι βουκολέοντες,
Ἀρκάδες ἀμφότεροι, τὸν κεραὸν δαμάλην
Πανὶ φιλωρείτᾳ Κυλληνίῳ αὐερύσαντες
ἔρρεξαν, καὶ οἱ δωδεκάδωρα κέρα
ἅλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἔπαξαν
εὐρεῖαν, νομίῳ καλὸν ἄγαλμα θεῷ.
Δοῦρας Ἀλεξάνδροιο· λέγει δέ σε γράμματʼ ἐκεῖνον
ἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδι
ὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος,
ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ.
ἵλαθι, δοῦρας ἀταρβές· ἀεὶ δέ σε πᾶς τις ἀθρήσας
ταρβήσει, μεγάλης μνησάμενος παλάμης.
Δηοῖ λικμαίῃ καὶ ἐναυλακοφοίτισιν Ὥραις
Ἡρῶναξ πενιχρῆς ἐξ ὀλιγηροσίης
μοῖραν ἀλωΐτα στάχυος, πάνσπερμά τε ταῦτα
ὄσπριʼ ἐπὶ πλακίνου τοῦδʼ ἔθετο τρίποδος,
ἐκ μικρῶν ὀλίγιστα· πέπατο γὰρ οὐ μέγα τοῦτο
κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.