Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 13
Not analysed yet
Ἑξῆς δ ̓ ἐστὶ Μεταπόντιον, εἰς ἣν ἀπὸ τοῦ ἐπινείου τῆς Ἡρακλείας εἰσὶ στάδιοι μ' πρὸς τοῖς ἑκατόν. Πυλίων δὲ λέγεται κτίσμα τῶν ἐξ Ἰλίου πλευσάντων μετὰ Νέστορος· οὓς οὕτως εὐτυχῆσαι ἀπὸ γεωργίας φασὶν, ὥστε θέρος χρυσοῦν ἐν Δελφοῖς ἀναθεῖναι. Σημεῖον δὲ ποιοῦνται τῆς κτίσεως, τὸν τῶν Νηληίδων ἐναγισμόν· ἠφανίσθη δ ̓ ὑπὸ Σαυνιτῶν. Ἀντίοχος δὲ φησὶν ἐκλειφθέντα τὸν τόπον ἐποικῆσαι τῶν Ἀχαιῶν τινὰς μεταπεμφθέντας ὑπὸ τῶν ἐν Συβάρι Ἀχαιῶν. Μεταπεμφθῆναι δὲ κατὰ μῖσος τὸ πρὸς Ταραντίνους τῶν Ἀχαιῶν [τῶν ἐκπεσόντων ἐκ τῆς Λακωνικῆς], ἵνα μὴ Ταραντῖνοι γειτνιῶντες ἐπιπηδήσαιεν τῷ τόπῳ. Δυοῖν δ ̓ οὐσῶν τῶν πόλεων τῶν Μεταποντίων ἐγγυτέρω τοῦ Τάραντος, πεισθῆναι τοὺς ἀφιγμένους ὑπὸ Συβαριτῶν, τὸ Μεταπόντιον κατασχεῖν· τοῦτο μὲν γὰρ ἔχοντας, ἕξειν καὶ τὴν Σειρῖτιν· εἰ δ ̓ ἐπὶ τὴν Σειρῖριν τράποιντο, προσθήσειν τοῖς Ταραντίνοις τὸ Μεταπόντιον ἐν πλευραῖς οὖσι. Πολεμοῦντας δ ̓ ὕστερον πρὸς τοὺς Ταραντίνους καὶ τοὺς ὑπερκειμένους Οἰνωτροὺς, ἐπὶ μέρει διαλυθῆναι τῆς γῆς, ὅπερ γενέσθαι τῆς τότε Ἰταλίας ὅριον, καὶ τῆς Ἰαπυγίας.