Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 12
Not analysed yet
Φησὶ δ ̓ Ἀντίοχος τοὺς Ταραντίνους, Θουρίοις καὶ Κλεανδρίᾳ τῷ στρατηγῷ φυγάδι ἐκ Λακεδαίμονος πολεμοῦντας περὶ τῆς Σειρίτιδος συμβῆναι, καὶ συνοικῆσαι μὲν κοινῇ, τὴν δ ̓ ἀποικίαν κριθῆναι Ταραντίνων· ὕστερον δ ̓ Ἡράκλειαν κληθῆναι, μεταβαλοῦσαν καὶ τοὔνομα, καὶ τὸν τόπον.