Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 2
Not analysed yet
Ἀνέθεσαν δὲ καὶ ἀνδριάντας Λιπαραῖοι, ναυμαχίᾳ κρατήσαντες Τυῤῥηνῶν. Οἱ δὲ Λιπαραῖοι οὗτοι Κνιδίων μὲν ἦσαν ἄποικοι, τῆς δὲ ἀποικίας ἡγεμόνα γενέσθαι φασὶν ἄνδρα Κνίδιον· ὄνομα δὲ εἶναι οἱ Πένταθλον Ἀντίοχος ὁ Ξενοφάνους Συρακούσιος ἀν τῇ Σικελιώτιδι συγγραφῇ φησι. Λέγει δὲ καὶ, ὡς ἐπὶ Παχύνῳ τῇ ἄκρᾳ τῇ Σικελίᾳ κτίσαντες πόλιν, αὐτοὶ μὲν ἐκπίπτουσιν ὑπὸ Ἐλύμων καὶ Φοινίκων πολέμῳ πεισθέντες· τὰς νήσους δὲ ἔσχον ἐρήμους ἔτι ἢ ἀναστήσαντες τοὺς ἐνοικοῦντας· ἃς καὶ κατὰ ἔπη ὀνομάζουσι. Τούτων Λιπάραν μὲν, κτίσαντες πόλιν ἐνταῦθα, οἰκοῦσιν· Ἱέραν δὲ καὶ Στρογγύλην καὶ Διδύμας (Διδύμην Strabo, Thucydides, Steph. Byz.) γεωργοῦσι, διαβαίνοντες ναυσὶν ἐς αὐτάς.