Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 3
Not analysed yet
Ἀντίοχος δὲ ὁ Συρακούσιος, συγγραφεὺς πάνυ ἀρχαῖος, ἐν Ἰταλίας αἰκισμῷ τοὺς παλαιοτάτους οἰκήτορας διεξιὼν, ὡς ἕκαστοί τι μέρος αὐτῆς κατεῖχον, Οἰνωτροὺς λέγει πρώτους τῶν μνημονευομένων ἐν αὐτῇ κατοικῆσαι, εἰπὼν ὧδε· Ἀντίοχος Ξενοφάνεος τάδε συνέγραψε περὶ Ἰταλίας, ἐκ τῶν ἀρχαίων λόγων τὰ πιστότατα καὶ σαφέστατα. Τὴν γῆν ταύτην, ἥτις νῦν Ἰταλία καλεῖται, τὸ παλαιὸν εἶχον Οἰνωτροί. Ἔπειτα διεξελθὼν, ὃν τρόπον ἐπολιτεύοντο καὶ ὡς βασιλεὺς ἐν αὐτοῖς Ἰταλὸς ἀνὰ χρόνον ἐγένετο, ἀφ ̓ οὗ μετωνομάσθησαν Ἰταλοὶ, τούτου δὲ τὴν ἀρχὴν Μόργης διεδέξατο, ἀφ ̓ οὗ Μόργητες ἐκλήθησαν· καὶ ὡς Σικελὸς ἐπιξενωθεὶς Μόργητι, ἰδίαν πρόττων ἀρχὴν διέστησε τὸ ἔθνος, ἐπιφέρει ταυτί· Οὕτω δὲ Σικελοὶ καὶ Μόργητες ἐγένοντο καὶ Ἰταλίητες, ἐόντες Οἰνωτροί.