Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 4
Not analysed yet
Ἰταλία δὲ ἀνὰ χρόνον ὠνομάσθη ἐπ ̓ ἀνδρὸς δυνατοῦ, ὄνομα Ἰταλοῦ. Τοῦτον δέ φησιν Ἀντίοχος ὁ Συρακούσιος ἀγαθὸν καὶ σοφὸν γεγενημένον, καὶ τῶν πλησιοχώρων τοὺς μὲν λόγοις ἀναπείθοντα, τοὺς δὲ βίᾳ προσαγόμενον, ἅπασαν ὑφ ̓ ἑαυτῷ ποιήσασθαι τὴν γῆν, ὅση ἐντὸς ἦν τῶν κόλπων τοῦ τε Ναπητίνου (ν. Strab. VI, p. 391, B, ibig. Casaub.) καὶ τοῦ Σκυλητίνου· ἣν δὴ πρώτην κληθῆναι Ἰταλίαν ἐπὶ τοῦ Ἰταλοῦ· ἐπεὶ δὲ ταύτης ἐγκρατὴς ἐγένετο, καὶ ἀνθρώπους πολλοὺς εἶχεν ὑπηκόους, αὐτίκα τῶν ἐχομένων ἐπορέγεσθαι, καὶ πόλεις συνάγεσθαι πολλάς· εἶναι δ ̓ αὐτὸν Οἰνωτρὸν τὸ γένος.