Ancient Greek
8 to 10
ANTIOCHUS, Fragmenta 8-10
Not analysed yet
Ὑπὲρ δὲ τούτων τῶν ἠϊόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων· περίκεινται δ ̓ αὐτῷ γεωλοφίαι τε εὔκαρποι, καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων. Ἀντίοχος μὲν οὖν φησὶ τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι. Φησὶ δ ̓ Ἀντίοχος, Φωκαίας Φωκαίας ἁλούσης ὑφ ̓ Ἁρπάγου τοῦ Κύρου στρατηγοῦ, τοὺς δυναμένους ἐμβάντας εἰς τὰ σκάφη πανοικίους, πλεῦσαι πρῶτον εἰς Κύρνον καὶ Μασσαλίαν μετὰ Κρεοντιάδου· ἀποκρουσθέντας δὲ τὴν Ἐλέαν κτίσαι. Κτίσμα δ ̓ ἐστὶ τὸ Ῥήγιον Χαλκιδέων· οὕς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι δι ̓ ἀφορίαν, ὕστεραν ἐκ Δελφῶν ἀποικῆσαι δεῦρο φασὶ, παραλαβόντας καὶ ἄλλους τῶν οἴκοθεν· ὡς δ ̓ Ἀντίοχος φησὶ, Ζαγκλαῖοι μετεπέμψαντο τοὺς Χαλκιδέας, καὶ οἰκιστὴν Ἀντίμνηστον συνέστησαν ἐκείνων.