Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 11
Not analysed yet
Φησὶ δ ̓ Ἀντίοχος τοῦ θεοῦ φήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπελθεῖν Μύσκελλον κατασκεψόμενον τὸν τόπον. Ἰδόντα δ ̓ ἐκτισμένην ἤδη Σύβαριν, ποταμῷ τῷ πλησίον ὁμώνυμον, κρῖναι ταύτην ἀμείνω· ἐπανερέσθαι δ ̓ οὖν ἀπιόντα τὸν θεὸν, εἰ δοτὸν εἴη (εἰ λῷον εἴη Coraes), ταύτην ἀντ ̓ ἐκείνης κτίζειν· τὸν δὲ ἀντειπεῖν (ἐτύγχανε δὲ ὑπόκυφος ὢς ὁ Μύσκελλος)· Μύσκελλε βραχύνωτε, πάρεκ θεὸν ἄλλο ματεύων, κλάσματα (κλαύματα Diodor. Exc. Vatic.) θηρεύεις· δῶρον δ ̓ ᾶ, τι δῷ τις ἐπαίνει. Ἐπανελθόντα δὲ κτίσαι τἠν Κρότωνα, συμπράξαντος καὶ τοῦ Ἀρχίου τοῦ τὰς Συρακούσας οἰκίσαντος, προσπλεύσαντος κατὰ τύχην, ἡνίκα ὥρμητο ἐπὶ τὸν τῶν Συρακουσῶν οἰκισμόν.