Ancient Greek
Fragment 64
Antipater Tarsensis, Testimonia et Fragmenta. 64
Not analysed yet
Athen. VIII p. 346c. καίτοι γε Ἀντίπατρος ὁ Ταρσεύς, ὁ ἀπὸ τῆς στοᾶς, ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις ἡ τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν· ὑπ’ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι.