Ancient Greek
Fragment 65
Antipater Tarsensis, Testimonia et Fragmenta. 65
Not analysed yet
Athenaeus XIV p. 643f. ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων, τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ⟨ὑπ’⟩ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει [ὃν] Ξανθίππης καταγελασάσης ὁ Σωκράτης οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου. (τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς) ἐγὼ δέ, φιλοπλάκουντος ὤν, οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα.