Ancient Greek
567.2
Antiphon of Athens, Testimonia 567.2
Unproofread scanNot analysed yet
1 SUD. Ἀντιφῶν Ἀθηναῖος τερατοσκόπος καὶ ἐποποιὸς καὶ σοφιστὴς ἐκαλεῖτο δὲ Λογομάγειρος. Ἀντιφῶν Ἀθηναῖος ὀνειροκριτής· Περὶ χρησίσεως ὀνείρων ἔγραψεν. 2 HERMOG. de ideis II 11, 7 περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι καθάπερ ἄλλοι τέ φασιν οὐχ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγονάσιν Ἀντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη ποιήσασθαι. ὧν εἰς μὲν ἐστιν ὁ ὧτωρ, οὔπερ οἱ φωνικοὶ φέρονται λόγοι καὶ οἱ δημηγορικοὶ καὶ ὁ πολιτικὸς καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκριτὴς λεγόμενος γενέσθαι, οὔπερ οἱ τε Περὶ τῆς ἀληθείας λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας [καὶ οἱ δημηγορικοὶ] καὶ ὁ Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πειθόμαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι. πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι [s. S. 547, 16] καὶ παρ’ ἄλλοις ἱστορουμένου πάλιν οὐ πειθόμαι. Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ῥαμνουσίου μαθητὴν ἀκοῦν πολλῶν λεγόντων, καὶ τὸν μὲν Ῥαμνουσίον εἰδὼς ἐκεῖνον, οὔπερ εἰσὶν οἱ φωνικοί, τὸν Θουκυδίδην δὲ πολλῷ κεχωρισμένον καὶ κεκοινωνηκότα τῶν εἰδῶν τῶν τῆς Ἀληθείας λόγων, πάλιν οὐ πειθόμαι. οὐ μὴν ἀλλ’ εἴτε εἰς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδει τοσοῦτον ἀλλήλων διεστηκότων χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἐκάτερος ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη