Ancient Greek
568.1
Antiphon of Athens, Testimonia 568.1
Unproofread scanNot analysed yet
χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γὰρ ὡς ἔφασμεν τὸ μεταξὺ. Folgt c. 8 περὶ τοῦ Ῥαμνουσίου Ἀντιφῶντος. Sodann: 9. Ὁ δ’ ἕτερος Ἀντιφῶν, οὕπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολυτικός μὲν ἡκιστά ἐστι, σκευὸν δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ δι’ ἀποφάσεων περαίνειν τὸ πᾶν, ὁ δὲ τοῦ ἀξιωματικοῦ λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκαιρίας, διὸ καὶ συγχέει τὸν λόγον καὶ ἐστὶν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσει χαίρων, οὐ μὴν ἤθους γε τι οὐδ’ ἀληθινοῦ τύπον μέτεστι τῷ ἀνδρί, φαίνω δ’ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν, οὐ μὴν οὕσης γε ὡς ἀληθῶς. ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν.