Ancient Greek
568.4
Antiphon of Athens, Testimonia 568.4
Unproofread scanNot analysed yet
πάλιν δὲ ποτε ὁ Ἀντιφῶν διαλεγόμενος τῷ Σωκράτει· Ὦ Σῶκρατες, ἐγὼ τοῖ σε δίκαιον μὲν νομίζω, σοφὸν δὲ οὐδ’ ὁπωστιοῦν· δοκεῖς δέ μοι καὶ αὐτὸς τοῦτο γιγνώσκειν· οὐδένα γοῦν τῆς συνοῦσιας ἀργύριον πράττει. καὶ τοι τὸ γε ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἀξίων εἶναι οὐδενὶ ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλ’ οὐδ’ ἐλαττον τῆς ἀξίας λαβών. δῆλον δὴ ὅτι εἰ καὶ τὴν συνοῦσίαν ὡς τινὸς ἀξίαν εἶναι, καὶ ταύτης ἂν οὐκ ἐλαττον τῆς ἀξίας ἀργύριον ἐπράττου. δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾷς ἐπὶ πλεονεξίαι, σοφὸς δὲ οὐχ ἂν, μηδενὸς γε ἀξία ἐπιστάμενος. ὁ δὲ Σωκράτης πρὸς ταῦτα εἶπεν· Ὦ Ἀντιφῶν, παρ’ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατιθέσθαι εἶναι. τὴν τε γὰρ ὥραν ἐὰν μὲν τις ἀργυρίου παλῇ τῷ βουλομένῳ, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῶσι καλὸν τε κάγαθὸν ἔραστήν ὄντα, τοῦτον φίλον ἑαυτῷ ποιῆται, σώφρονα νομίζομεν· καὶ τὴν σοφίαν ὡσαύτως