Ancient Greek
568.3
Antiphon of Athens, Testimonia 568.3
Unproofread scanNot analysed yet
3. ΞΕΝΟΦ. MEM. I 6 ἀξίων δ’ αὐτοῦ καὶ ἄ· πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθῃ μὴ παραλιπεῖν. ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνοῦσιαστὰς αὐτοῦ παρελθεῖν προσελθὼν τῷ Σωκράτει παρόντων αὐτῶν ἔλεξε τάδε· Ὦ Σῶκρατες, ἐγὼ μὲν ὡμὴν τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους ζητῆναι γίγνεσθαι· σὺ δέ μοι δοκεῖς τὴν σοφίαν ἀπολελαυκέναι. ζῆς γοῦν οὕτως ὡς οὐδ’ ἂν εἰς δοῦλος ὑπὸ δεσπότου διαιτώμενος μείνειε· σιτία τε σιτεῖ καὶ ποτὰ πίνεις τὰ φαυλότερα, καὶ ἱμάτιον ἡμίσειαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς. καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἀλλὰ καὶ πτωμένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὡσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς ἐαντῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνοῦσιας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος εἶναι. καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· Δοκεῖς μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀναρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν ἂν ἐλέσθαι ἢ ζῆν ὡσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ἡσθῆσαι τοῦμοῦ βίου. πότερον ὅτι τοῖς μὲν λαμβανοῦσιν ἀργύριον ἀναγκαῖόν ἐστιν ἀπεργάζεσθαι τοῦτο ἔφ’ ᾧ ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ᾧ ἂν μοι βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἥττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἥττον δὲ ἰσχὺν παρέχοντα; . . . ἔοικας, ὦ Ἀντιφῶν, τὴν εὐδαιμονίαν οἰομένῳ τρυφὴν καὶ πολυτέλειαν εἶναι· ἐγὼ δὲ νομίζω τὸ μὲν μηδενὸς δεῖσθαι θεῖον εἶναι, τὸ δ’ ὡς ἐλάχιστον ἐγγυτάτω τοῦ θείου, καὶ τὸ μὲν θεῖον κράτιστον, τὸ δ’ ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ κρατίστου.