Ancient Greek · ~2 min
Section 10
Antiphon, Περὶ τοῦ χορευτοῦ 10
Not analysed yet
καίτοι αὗται αἱ κατηγορίαι οὔτε χάριτος ἄξιαι οὔτε πίστεως. οὔτε γὰρ δὴ οὗ ἡ πόλις ἐλάμβανεν ἂν δίκην εἴ τι ἠδίκητο, ἐνταῦθα τὴν κατηγορίαν ποιεῖται, ὥστε χάριτος ἄξιον εἶναι τῇ πόλει· οὔτε ὅστις [οὐκ] ἄλλα κατηγορεῖ ἢ ἃ διώκει ἐν πράγματι τοιούτῳ, πιστεῦσαι δήπου αὐτῷ ἀξιώτερόν ἐστιν ἢ ἀπιστῆσαι. ἐγὼ δὲ σχεδὸν ἐπίσταμαι τὴν ὑμετέραν γνώμην, ὅτι οὔτʼ ἂν καταψηφίσαισθε οὔτʼ ἂν ἀποψηφίσαισθε ἑτέρου τινὸς ἕνεκα μᾶλλον ἢ αὐτοῦ τοῦ πράγματος· ταῦτα γὰρ καὶ δίκαια καὶ ὅσια. ἄρξομαι δὲ ἐντεῦθεν.