Ancient Greek · ~2 min
Section 9
Antiphon, Περὶ τοῦ χορευτοῦ 9
Not analysed yet
εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶ λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν. καὶ τῇ μὲν πόλει, εἴπερ ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗ τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳ ἀξιοῦσι δίκην λαμβάνειν.