Ancient Greek · ~2 min
Section 4
Antiphon, Περὶ τοῦ χορευτοῦ 4
Not analysed yet
ἀνάγκη γάρ, ἐὰν ὑμεῖς καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρήσασθαι τῇ δίκῃ, καὶ νόμῳ εἴργεσθαι πόλεως, ἱερῶν, ἀγώνων, θυσιῶν, ἅπερ μέγιστα καὶ παλαιότατα τοῖς ἀνθρώποις. τοσαύτην γὰρ ἀνάγκην ὁ νόμος ἔχει, ὥστε καὶ ἄν τις κτείνῃ τινὰ ὧν αὐτὸς κρατεῖ καὶ μὴ ἔστιν ὁ τιμωρήσων, τὸ νομιζόμενον καὶ τὸ θεῖον δεδιὼς ἁγνεύει τε ἑαυτὸν καὶ ἀφέξεται ὧν εἴρηται ἐν τῷ νόμῳ, ἐλπίζων οὕτως ἂν ἄριστα πρᾶξαι.