Ancient Greek · ~2 min
Section 5
Antiphon, Περὶ τοῦ χορευτοῦ 5
Not analysed yet
ἔστι μὲν γὰρ τὰ πλείω τοῖς ἀνθρώποις τοῦ βίου ἐν ταῖς ἐλπίσιν· ἀσεβῶν δὲ καὶ παραβαίνων τὰ εἰς τοὺς θεοὺς καὶ αὐτῆς ἂν τῆς ἐλπίδος, ὅπερ ἐστὶ μέγιστον ἀνθρώποις ἀγαθόν, αὐτὸς αὑτὸν ἀποστεροίη. καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας ὅτι οὐκ ἔνοχός ἐστι τῷ ἔργῳ, οὔτʼ αὖ συνειδὼς αὐτὸς αὑτῷ ἔργον εἰργασμένος τοιοῦτον μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, κἂν μὴ ὁ τιμωρήσων ᾖ.