Ancient Greek · ~2 min
Section 44
Antiphon, Περὶ τοῦ χορευτοῦ 44
Not analysed yet
ἐπειδὴ δὲ οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν ἀυτοῖς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθʼ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ· καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι ᾗτινι ἐβούλοντο, οὐδʼ αὖ πω ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσαν καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας· ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι οὐκ ἀπεγράψαντο.