Ancient Greek · ~3 min
Section 45
Antiphon, Περὶ τοῦ χορευτοῦ 45
Not analysed yet
καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοις ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖ οὗτοι δʼ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, ὁρῶντες δʼ ἐμὲ βουλεύοντα καὶ εἰσιόντʼ ἐς τὸ βουλευτήριον—καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὃς ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ πόλει φανερὸς ἦ·