Ancient Greek · ~1 min
Section 47
Antiphon, Περὶ τοῦ χορευτοῦ 47
Not analysed yet
καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα καταστῆσαι.