Ancient Greek · ~2 min
Section 46
Antiphon, Περὶ τοῦ χορευτοῦ 46
Not analysed yet
καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι· καίτοι ἱκανά γʼ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο; διʼ ὅ τι συνῆσαν καὶ διελέγοντο· συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδʼ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν.