Ancient Greek · ~3 min
Section 6
Antiphon, Περὶ τοῦ χορευτοῦ 6
Not analysed yet
αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν] τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκών τις τὴν αἰτίαν ἀπολύσαιτο.