Ancient Greek · ~2 min
Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα
Antiphon, Τετραλογία Α΄ 12
Not analysed yet
τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε· ἐμὲ δὲ ἔκ γε τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας εἰσφορὰς εἰσφέροντα, πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοῖς δὲ ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τὴν δὲ οὐσίαν οὐ δικαζόμενον ἀλλʼ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα. τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδὲ αἰσχρὸν καταγνῶτε.