Ancient Greek · ~2 min
Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα
Antiphon, Τετραλογία Α΄ 13
Not analysed yet
εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ ἂν μόνον ὑπὲρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλʼ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν βοηθοῦντας, παρʼ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφʼ οἷς κατηγορεῖταί μου, ἀπέδειξα ἂν ἀδικοῦντας. ταῦτα μὲν οὖν ἐπιεικέστερον ἢ δικαιότερον παρήσω· δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες, τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν ἀδίκως καὶ ἀθέως διαφθαρέντα με ὑπʼ αὐτῶν.