Ancient Greek · ~1 min
Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα
Antiphon, Τετραλογία Α΄ 5-2
Not analysed yet
ἔστι δὲ οὐκ ἀπεικός, ὡς οὗτοί φασιν, ἀλλὰ εἰκὸς ἀωρὶ τῶν νυκτῶν πλανώμενον ἐπὶ τοῖς ἱματίοις διαφθαρῆναι. τὸ γὰρ μὴ ἐκδυθῆναι οὐδὲν σημεῖόν ἐστιν· εἰ γὰρ μὴ ἔφθησαν περιδύσαντες αὐτόν, ἀλλά τινας προσιόντας φοβηθέντες ἀπέλιπον, ἐσωφρόνουν καὶ οὐκ ἐμαίνοντο τὴν σωτηρίαν τοῦ κέρδους προτιμῶντες.